Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.388 Joseph. AJ 8.392 (English) >>Joseph. AJ 8.397

8.390πλήξαντος δʼ ἐκείνου καὶ θραύσαντος αὐτοῦ τὸ κρανίον καταδησάμενος τὴν κεφαλὴν προσῆλθε τῷ βασιλεῖ λέγων αὐτῷ συνεστρατεῦσθαι καὶ παραλαβεῖν ἐπὶ φυλακῇ τινα τῶν αἰχμαλώτων παρὰ τοῦ ταξιάρχου, φυγόντος δʼ αὐτοῦ κινδυνεύειν ὑπὸ τοῦ παραδεδωκότος ἀποθανεῖν· ἀπειλῆσαι γὰρ αὐτὸν εἰ διαφύγοι αἰχμάλωτος ἀποκτείνειν. 8.391δίκαιον δὲ φήσαντος Ἀχάβου τὸν θάνατον εἶναι λύσας τὴν κεφαλὴν ἐπιγινώσκεται ὑπʼ αὐτοῦ Μιχαίας προφήτης ὤν. ἐκέχρητο δὲ σοφίσματι πρὸς αὐτὸν τῷ γενομένῳ πρὸς τοὺς μέλλοντας λόγους· 8.392εἶπε γάρ, ὡς θεὸς ἀφέντʼ αὐτὸν διαδρᾶναι τὴν τιμωρίαν Ἄδαδον τὸν βλασφημήσαντα εἰς αὐτὸν μετελεύσεται καὶ ποιήσει σεαυτὸν μὲν ἀποθανεῖν ὑπʼ ἐκείνου, τὸν δὲ λαὸν ὑπὸ τῆς στρατιᾶς αὐτοῦ.” παροξυνθεὶς δʼ Ἄχαβος πρὸς τὸν προφήτην τὸν μὲν ἐγκλεισθέντα φυλάττεσθαι ἐκέλευσε, συγκεχυμένος δʼ αὐτὸς ἐπὶ τοῖς Μιχαίου λόγοις ἀνεχώρησεν εἰς τὴν οἰκείαν. 8.393

Καὶ Ἄχαβος μὲν ἐν τούτοις ἦν· ἐπάνειμι δὲ ἐπὶ τὸν Ἱεροσολύμων βασιλέα Ἰωσάφατον, ὃς αὐξήσας τὴν βασιλείαν καὶ δυνάμεις ἐν ταῖς πόλεσι ταῖς ἐν τῇ τῶν ὑπηκόων χώρᾳ καταστήσας οὐδὲν ἧττον Ἀβία τοῦ πάππου καταληφθείσης τῆς Ἐφράμου κληρουχίας Ἱεροβάμου βασιλεύοντος τῶν δέκα φυλῶν φρουρὰς ἐγκαθίδρυσεν. 8.394ἀλλʼ εἶχεν εὐμενές τε καὶ συνεργὸν τὸ θεῖον δίκαιος ὢν καὶ εὐσεβὴς καὶ τί καθʼ ἑκάστην ἡμέραν ἡδὺ ποιήσει καὶ προσηνὲς τῷ θεῷ ζητῶν. ἐτίμων δʼ αὐτὸν οἱ πέριξ βασιλικαῖς δωρεαῖς, ὡς πλοῦτόν τε ποιῆσαι βαθύτατον καὶ δόξαν ἄρασθαι μεγίστην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.388 Joseph. AJ 8.392 (English) >>Joseph. AJ 8.397

Powered by PhiloLogic